Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.208 Joseph. AJ 2.212 (English) >>Joseph. AJ 2.216

2.210

Ἀμαράμης τῶν εὖ γεγονότων παρὰ τοῖς Ἑβραίοις, ὡς δεδιὼς ὑπὲρ τοῦ παντὸς ἔθνους, μὴ σπάνει τῆς ἐπιτραφησομένης νεότητος ἐπιλείπῃ, καὶ χαλεπῶς ἐπʼ αὐτῷ φέρων, ἐκύει γὰρ αὐτῷ τὸ γύναιον, ἐν ἀμηχάνοις ἦν, 2.211πρὸς ἱκετείαν τοῦ θεοῦ τρέπεται παρακαλῶν οἶκτον ἤδη τινὰ λαβεῖν αὐτὸν ἀνθρώπων μηδὲν τῆς εἰς αὐτὸν θρησκείας παραβεβηκότων δοῦναί τʼ ἀπαλλαγὴν αὐτοῖς ὧν παρʼ ἐκεῖνον ἐκακοπάθουν τὸν καιρὸν καὶ τῆς ἐπʼ ἀπωλείᾳ τοῦ γένους αὐτῶν ἐλπίδος. 2.212 δὲ θεὸς ἐλεήσας αὐτὸν καὶ πρὸς τὴν ἱκεσίαν ἐπικλασθεὶς ἐφίσταται κατὰ τοὺς ὕπνους αὐτῷ καὶ μήτε ἀπογινώσκειν αὐτὸν περὶ τῶν μελλόντων παρεκάλει τήν τε εὐσέβειαν αὐτῶν ἔλεγε διὰ μνήμης ἔχειν καὶ τὴν ὑπὲρ αὐτῆς ἀμοιβὴν ἀεὶ παρέξειν, ἤδη μὲν καὶ τοῖς προγόνοις αὐτῶν δωρησάμενος τὸ γενέσθαι τοσοῦτον πλῆθος αὐτοὺς ἐξ ὀλίγων. 2.213καὶ Ἅβραμον μὲν μόνον ἐκ τῆς Μεσοποταμίας εἰς τὴν Χαναναίαν παραγενόμενον εὐδαιμονῆσαι τά τε ἄλλα καὶ τῆς γυναικὸς αὐτῷ πρὸς γονὴν ἀκάρπως ἐχούσης πρότερον ἔπειτα κατὰ τὴν αὐτοῦ βούλησιν ἀγαθῆς πρὸς τοῦτο γενομένης τεκνῶσαι παῖδας καὶ καταλιπεῖν μὲν Ἰσμαήλῳ καὶ τοῖς ἐξ αὐτοῦ τὴν Ἀράβων χώραν, τοῖς δʼ ἐκ Κατούρας τὴν Τρωγλοδῦτιν, Ἰσάκῳ δὲ τὴν Χαναναίαν. 2.214ὅσα τε πολεμῶν κατὰ τὴν ἐμήν, φησί, συμμαχίαν ἠνδραγάθησε κἂν ἀσεβεῖς εἶναι δόξητε καὶ μὴ διὰ μνήμης ἔχοντες. Ἰάκωβον δὲ καὶ τοῖς οὐχ ὁμοφύλοις γνώριμον εἶναι συμβέβηκεν ἐπί τε μεγέθει τῆς εὐδαιμονίας μεθʼ ἧς ἐβίωσε καὶ παισὶ τοῖς αὐτοῦ κατέλιπεν, οὗ μετὰ ἑβδομήκοντα τῶν πάντων εἰς Αἴγυπτον ἀφικομένου ὑπὲρ ἑξήκοντά που μυριάδας ἤδη γεγόνατε.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.208 Joseph. AJ 2.212 (English) >>Joseph. AJ 2.216

Powered by PhiloLogic